Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου: «Εἰς τὴν παραβολὴν τῶν δέκα παρθένων, καὶ περὶ ἐλεημοσύνης. Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτη»

Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου:
«Εἰς τὴν παραβολὴν τῶν δέκα παρθένων, καὶ
περὶ ἐλεημοσύνης. Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτη»

Άγιος Ιωάννης ο Χρυσόστομος

Ὅταν τὸ εὐδαπάνητον τῆς ζωῆς ἐννοήσω,
καὶ τοῦ ἐνιαυτοῦ τὸν ἐπινεύοντα κύκλον,
καὶ τὴν πολύσκυλτον τῶν ἀνθρώπων διαγωγὴν,
καὶ τὰς βιωτικὰς περιστάσεις,
τό τε παρατρέχον τοῦ παρόντος αἰῶνος,
καὶ τὴν σκιὰν τῶν πραγμάτων,
τῆς δόξης τὸ πρόσκαιρον,
τῆς δυναστείας τὸ εὐδιάλυτον,
τῆς εὐημερίας τὴν φαντασίαν,
καὶ τοῦ πλούτου τὸ ὄναρ·

εἶτα σκοπήσω τὴν τοῦ τέλους ἡμέραν,
καὶ τῆς συντελείας ἐκεῖνο τὸ ἀπαραίτητον τάχος,
τόν τε τοῦ λογοθεσίου καιρὸν,
καὶ τὸν ἀκολάκευτον δικαστὴν,
καὶ τὴν γέμουσαν φρίκης κατάστασιν,
πῶς ἀστράπτων ὁ κριτὴς παραγίνεται ἐξ οὐρανῶν,
πῶς ταραττόμεναι αἱ δυνάμεις προτρέχουσι,
πῶς ὁ φοβερὸς ἑτοιμάζεται θρόνος,
πῶς ὁ οὐρανὸς ὡς βιβλίον εἱλίσσεται,
πῶς καυσοῦνται τὰ στοιχεῖα τῷ φόβῳ λυόμενα,
πῶς κλονεῖται τὸ ἔδαφος προσδεχόμενον τὴν τοῦ κριτοῦ ἐπίβασιν,
πῶς φοβερῶς ἀλαλάζουσι σάλπιγγες,
πῶς ἀνοίγονται τὰ μνήματα,
πῶς ἐκτινάσσονται τάφοι,
πῶς ὡς ἐξ ὕπνου ἀποπηδῶσιν οἱ νεκροὶ,
πῶς ὁ χοῦς ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ πρὸς τὴν οἰκείαν ἐπανέρχεται τάξιν,
πῶς παλινδρομοῦσιν αἱ ψυχαὶ πρὸς τὰ σώματα,
πῶς εἰς ἀπάντησιν οἱ δίκαιοι τρέχουσι,
πῶς ἐφίσταται ὁ νυμφίος μεσονυκτίῳ,
πῶς ἀξιοῦνται τῆς εἰσόδου οἱ δίκαιοι,
πῶς τοῖς ῥᾳθύμοις ἀποκέκλεισται ἡ θύρα τοῦ νυμφῶνος·

ὅταν ταῦτα πάντα ἐν τῇ ψυχῇ μου μεριμνήσω,
μακαρίζω τὰς φρονίμους ἐκείνας παρθένους,
ἃς ἡμῖν ἀρτίως ἡ τῶν Εὐαγγελίων παρήγαγε βίβλος,
ὅτι πρὸς τοῦ ὕπνου κατηγωνίσαντο τοῦ πάθους,
ὅτι τὸ εὐόλισθον καὶ ἐμπαθὲς τῆς ἐπικήρου ζωῆς βδελυξάμεναι,
τῆς ἀκηράτου καὶ θείας ζωῆς ἀξίως ἐφρόντισαν,
ὅτι τὸ ἀπαραίτητον τοῦ χρόνου σκοπήσασαι,
τὴν ὥραν τῆς παρουσίας ἐτήρησαν,
καὶ τῆς ἐπιστασίας ἐκείνου τοῦ ἀφθάρτου νυμφίου τὸν φόβον ἐνεθυμήθησαν,
καὶ τὸ νυκτερινὸν δοκιμάσασαι σκότος,
ἀκριβῶς τῶν λαμπάδων ἐφρόντισαν.
Οὐδὲν δὲ κωλύει καὶ αὐτὰς τὰς θείας τοῦ Εὐαγγελίου διεξελθεῖν συλλαβάς.

Ὡμοιώθη γὰρ, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις,
αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν,
ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.
Πότε ἐξῆλθον;
ἆρα μὴ ὅτε κατέλαβεν αὐτὰς τῆς ζωῆς τὸ ἐμπρόθεσμον;
ὅτε ἔφθασε τὸ πρόσταγμα;
ὅτε ἐπέστη τοῦ θανάτου ἡ ἀπόφασις;
ὅτε ἀπεστάλησαν οἱ κατεπείγοντες τοῦ τέλους ἄγγελοι,
τότε ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου;
Οὐδαμῶς.
Ἀλλὰ πότε ἐξῆλθον;
Ὅτε τοῖς βιωτικοῖς περισπασμοῖς ἀπετάξαντο,
ὅτε τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζειν προείλοντο,
ὅτε τὴν ἑκούσιον σκληραγωγίαν ἠγάπησαν,
ὅτε τοῖς γάμου οὐχ ὑπετάγησαν νόμοις,
ὅτε τῶν τοῦ βίου ἡδονῶν κατεφρόνησαν,
ὅτε τὴν ἀγαθὴν μερίδα τῆς ἀφθαρσίας ἐξελέξαντο,
ὅτε τῆς εὐφροσύνης τὸν τρόπον ἠγάπησαν,
ὅτε τὸν τῆς ἁμαρτίας ἐβδελύξαντο ῥύπον,
ὅτε τὰ τῆς σωφροσύνης συνέθεντο,
ὅτε τοῦ καθαροῦ νυμφίου ἠράσθησαν,
ὅτε τοῦ τῆς βασιλείας ἐπεθύμησαν κάλλους,
ὅτε πᾶσαν βιωτικὴν ἀπεδύσαντο φροντίδα,
τότε ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.

Ἦσαν δὲ, φησὶν, αἱ πέντε φρόνιμοι, καὶ αἱ πέντε μωραί.
Καὶ τί τῶν φρονίμων τὸ γνώρισμα;
Ὅτι συνῆψαν τῇ σωφροσύνῃ τὴν ἐλεημοσύνην,
ἐκόσμησαν τὴν παρθενίαν τῇ εὐποιίᾳ,
ἔγνωσαν ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν,
ἐδοκίμασαν ὅτι τὸ ἓν οὐκ ἐπαρκεῖ πρὸς σωτηρίαν κατόρθωμα·
ἑνὶ γὰρ πτερῷ ἀετὸς εἰς ὕψος οὐκ ἐφικνεῖται·
Ἐμνημόνευσαν τῆς τοῦ νυμφίου φωνῆς τῆς λεγούσης.
Ἔλεον θέλω, καὶ οὐ θυσίαν·
καὶ πάλιν, ὅτι κατακαυχᾶται ἔλεος κρίσεως.

Ταῦτα καλῶς βουλευόμεναι,
ἐπλήρωσαν τὰ ἀγγεῖα αὐτῶν ἐλαίου.
Ποῖα ἄρα ἀγγεῖα;
Τὰς τῶν πεινώντων κοιλίας.
Μεσίτας γὰρ τοῦ πνευματικοῦ γάμου τοὺς πτωχοὺς ἐπορίσαντο, ἐσκεύασαν μεθ’ ἑαυτῶν τῶν οἰκτιρμῶν τὰ ἐφόδια·
οἱ πεινῶντες ἐτρέφοντο, καὶ αἱ λαμπάδες ἐφαιδρύνοντο·
οἱ πτωχοὶ ηὐχαρίστουν, καὶ ὁ νυμφίος ἐτέρπετο·
ἡ ἐλεημοσύνη ἐσπείρετο, καὶ ὁ προσδοκώμενος μισθὸς ηὐτρεπίζετο.
Καὶ αἱ φρόνιμοι τὰ τοῦ ∆αυῒδ ἐβόων·
Ἡτοιμάσθημεν, καὶ οὐκ ἐταράχθημεν·

αἱ δὲ μωραὶ τὰς λαμπάδας κρατοῦσαι χωρὶς ἐλαίου πόῤῥωθεν ἀπὸ τοῦ νυμφίου ἐβλέποντο.
Πῶς εἴχοντο ἑνὶ κατορθώματι;
πῶς τὴν μὲν ἁγνείαν ἐκτήσαντο,
τὴν δὲ φιλανθρωπίαν ἀπώσαντο;
πῶς ἀπάθειαν μὲν τῷ σώματι περιεποιήσαντο,
συμπάθειαν δὲ περὶ τοὺς δεομένους οὐκ ἐπεδείξαντο;
πῶς τὴν μὲν σωφροσύνην ἠγάπησαν,
τὴν δὲ φιλοξενίαν ἀπεστράφησαν;

Τί οὖν τὸ πέρας;
Χρονίζοντος γοῦν τοῦ νυμφίου, φησὶν,
ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον.
Ἀλλ’ αἱ μὲν προαποθέμεναι τὸ ἔλαιον,
εἶχον τὸ ἀσφαλὲς, ὅτι αἱ λαμπάδες αὐτῶν οὐ σβεσθήσονται·
αἱ δὲ μωραὶ τὸν τῆς ἀνάγκης καιρὸν ἐξεδέχοντο.

Τί οὖν συντόμως οὐ λέγω;
Ἐπέστη ἡ ὥρα,
ἔφθασεν ὁ καιρὸς,
οἱ κτύποι κατήρξαντο,
ἤχουν αἱ σάλπιγγες,
ἐδονοῦντο τὰ στοιχεῖα,
ὁ ἀνὴρ ἐκλονεῖτο,
ἐκλίνετο ὁ οὐρανὸς,
ἔτρεμε τὸ στερέωμα,
ἀστέρες ἐλύοντο,
ἐταράττοντο αἱ δυνάμεις,
προέτρεχον ἄγγελοι,
ἀστραπαὶ προεβάδιζον,
μέγαν εἶχεν ἡ κτίσις τὸν θόρυβον.

Οὐ γὰρ ἐν ἡμέρᾳ,
ἀλλ’ ἐν μεσονυκτίῳ ὁ δικαστὴς παραγίνεται.
Εἶτα τί;
Γίνεται κραυγὴ καλοῦσα πρὸς τὴν ἀπάντησιν·

Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ.

Τί οὖν τὸ γινόμενον;
Ἐξανέστησαν πᾶσαι αἱ παρθένοι,
ἀπετινάξαντο τὸν ὕπνον,
ἐπελάβοντο τῶν λαμπάδων·
ἀλλ’ αἱ μὲν ἐκαίοντο, αἱ δὲ οὐκ ἔφαινον.
Αἱ τῶν φρονίμων τῷ ἐλαίῳ τῆς εὐποιίας ἠρδεύοντο,
αἱ δὲ τῶν μωρῶν ἀπεσβέννυντο.
Ὄντως ἐλεεινὸν ἦν τὸ πρᾶγμα.
Ἄφευκτος ἐκύκλωσεν ἀνάγκη τὰ γύναια·
οὐκ εἶχεν ἡ ἀποτυχία ἀφορμὴν παρακλήσεως.

Τότε οὖν προσελθοῦσαι ταῖς φρονίμοις ἐπεζήτουν,
ὅπερ λαβεῖν οὐκ ἠδύναντο.
∆ότε γὰρ ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν,
ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.
Ἔδει οὖν πάλαι αὐτὰς μιμήσασθαι, καὶ μὴ νῦν ἱκετεύειν·
ἔδει γὰρ παρὰ τῶν πωλούντων ἀγοράσαι τὸ ἔλαιον.
∆ότε ὑμεῖς ἔλαιον, φασὶν, ἡμῖν.
Μάτην παρακαλεῖτε τὰς φρονίμους, ὦ ῥᾴθυμοι·
ἔφθασε λυθῆναι τῆς ζωῆς ἡ πανήγυρις,
παρῆλθε τοῦ βίου τὸ θέατρον·
οὐκ ἔστι νῦν συναλλαγμάτων καιρός·
νῦν ἡ τῶν ἔργων ἐπιζητεῖται ἐπίδειξις.
Ἔδει προθεωρεῖν τὸν κίνδυνον τοῦ παρόντος αἰῶνος·
ἔδει ταύτης φροντίσαι τῆς ἀπαντήσεως·
ἔδει ἐνθυμηθῆναι, ὅτι αἱ λαμπάδες χωρὶς ἐλαίου φωτίζειν οὐ δύνανται.
Λέγετε, ∆ότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν.
Οὐδεὶς ἀλλοτρίοις ἐγκαλλωπίζεται ἔργοις·
ἕκαστος θερίζει ὅπερ ἔσπειρε.
«∆ότε ὑμεῖς ἡμῖν ἔλαιον.»

Τί οὖν πρὸς αὐτὰς αἱ φρόνιμοι;
Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν·
πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε.
Ἔτι κἂν μικρά τις ὑπολέλειπται ὥρα, δράμετε, κάμετε·
οὔπω ἐφέστηκεν ὁ νυμφίος·
σπεύσατε πρὸ τοῦ κλεισθῆναι τὰς θύρας,
πρὸς τοὺς πωλοῦντας ἀπέλθετε.
Καὶ τίνες, ὦ φρόνιμοι, οἱ πωλοῦντες; εἴπατε·
ἀγνοοῦσι γὰρ αὗται μὴ κτησάμεναι συναλλάγματος τοιούτου συνήθειαν.
Τίνες οἱ πωλοῦντες;
Οἱ ταῖς θύραις τῶν ἐκκλησιῶν παρακαθήμενοι πένητες,
αἱ λογικαὶ χελιδόνες,
αἱ τῶν ψυχῶν εὐαγγελιζόμεναι λογικὸν ἔαρ,
οἱ αἰδέσιμοι πρὸς τὸν ∆εσπότην μεσῖται,
οἱ ἀήττητοι ῥήτορες ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως.

Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι τὸ ἔλαιον,
ἦλθεν ὁ νυμφίος, καὶ ἐκλείσθησαν αἱ θύραι.
Ὢ τῆς ἐπιβλαβοῦς ῥᾳθυμίας·
ὢ τῆς ἀθεραπεύτου ὀδύνης·
ὢ τῆς ἀπαραμυθήτου ζημίας·
ὢ πένθους ἀπαρακλήτου.
Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι,
ἦλθεν ὁ νυμφίος.
Ἦλθεν ἡ προσδοκωμένη χαρὰ,
ἦλθε τῶν δικαίων τὸ καύχημα,
ἦλθε μεσονυκτίῳ τὸ φῶς.

Ἀπήντησαν αἱ φρόνιμοι,
συνεισῆλθον τῷ νυμφίῳ, καὶ ἐκλείσθησαν αἱ θύραι.

Φρίττω, τὸ γενόμενον ἐνθυμούμενος·
τρέμω, τὸ συμβὰν τοῖς γυναίοις ἀστόχημα διηγούμενος.
Τὴν παστάδα τὴν φοβερὰν ἰδεῖν ἐπεθύμουν·
δι’ αὐτὴν γὰρ τοῖς τοῦ κόσμου τερπνοῖς ἀπετάξαντο,
τρυφῆς κατεφρόνησαν,
δόξης ὑπερεῖδον,
ὁδοὺς σκληρὰς ἐφυλάξαντο,
παθῶν κατεκράτησαν,
ἡδονῶν κατηγωνίσαντο·
καὶ ἐπειδὴ ἔλαιον οὐκ εἶχον,
εὗρον ἀπαράνοικτα τῆς βασιλείας τὰ κλεῖθρα.

Ἐλθοῦσαι γὰρ ἔκρουον, λέγουσαι·
Κύριε, Κύριε, ἄνοιξον ἡμῖν·
ἔνδοθεν τοῦ Κριτοῦ φοβερῶς κεκραγότος·
Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.

Ὢ τῆς ἐσχάτης ἀποφάσεως·
κἂν οὔτε δι’ ἀγγέλου,
ἀλλὰ δι’ ἑαυτοῦ τὴν ὀδυνηρὰν ἀπόκρισιν δέδωκεν·
ἵνα τῆς φωνῆς ἀκούσασαι,
καὶ τὸ πρόσωπον ἰδεῖν μὴ δυνάμεναι,
μείζονα τὴν βάσανον ὑπομείνωσιν.

Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
Οὐκ οἶδας ἡμᾶς, ∆έσποτα;
ἐκ μήτρας ἐπὶ σὲ ἐπεῤῥίφημεν,
ἠκολουθήσαμεν ὀπίσω σου ἐκ νεότητος ἡμῶν,
τὴν ἁγνείαν διεφυλάξαμεν, ὅπερ ἔπλασας ἡμῖν σῶμα, ἄφθαρτον διετηρήσαμεν,
οὐ προυδώκαμεν τὰ μέλη τοῖς πάθεσι,
στεφάνους παρὰ τῆς σῆς δεξιᾶς προσεδοκήσαμεν δέξασθαι·
καὶ νῦν τὰς θύρας ἐπέκλεισας καὶ λέγεις, «Οὐκ οἶδα ὑμᾶς;» Ναὶ, ὄντως οὐκ οἶδα ὑμᾶς.
∆ιὰ τί, ὦ ∆έσποτα;

Ὁ ∆εσπότης· ∆ιὰ τί;
Ἐπειδὴ ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν·
ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με·
ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με·
γυμνὸς, καὶ οὐ περιεβάλλετέ με·
ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἤλθετε πρός με.
Ἐγγράφως διεστειλάμην ὑμῖν, λέγων·
Ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων καὶ μικρῶν, οὐδὲ ἐμοὶ ἐποιήσατε.

Αἱ δὲ εἶπον·
Μάτην οὖν, ∆έσποτα,
τὸν πόνον καὶ τὴν ταλαιπωρίαν τῆς σαρκὸς ὑπεμείναμεν;
μάτην ἀγρυπνίαις καὶ νηστείαις ἑαυτὰς κατετήξαμεν;
μάτην τὸν οὐράνιον νυμφίον μέχρι τέλους ποθήσασαι,
τὴν παρθενίαν ἄτρωτον διεφυλάξαμεν;

Ναὶ, φησὶ, παρθένοι μέν ἐστε, ἀλλὰ προῖκας οὐκ ἔχετε·
παρθένοι μὲν, ἀλλὰ νυμφικὸν οὐ περίκεισθε κόσμον·
τὴν τῆς σαρκὸς ἠσκήσατε ἁγνείαν,
ἀλλὰ ἀπανθρωπίᾳ τὴν ἁγνείαν ἐτρώσατε·
ἀμόλυντον ὑμῶν τὸ σῶμα,
ἀλλ’ ὁ τρόπος ἀνελεὴς, οὐ φύσεως, ἀλλ’ ἀπανθρωπίας.
Ὁ ἐμός ἐστι νυμφὼν κτησαμένων τῆς εὐποιίας τὸ ἔλαιον.
∆εῖ τοίνυν τὰς ἐμοὶ νυμφευομένας κατάλληλον τῷ κόσμῳ περικεῖσθαι καὶ τρόπον.
Οὐ δύναμαι τοῖς ἐμοῖς θαλάμοις μαχομένην νύμφην λαβεῖν·
οὐκ εἰσάγω πόλεμον εἰς παστάδας εἰρηνικάς.
Λοιπὸν ἀπέλθετε ἀπ’ ἐμοῦ, μή μου μάτην ταῖς θύραις ἐνοχλεῖτε·
τῶν ἐλεημόνων ἐστὶν οἰκητήριον ἡ ἐμὴ βασιλεία.
Ἐκεῖνος ἐμοὶ εὐκόλως συνεισέρχεται,
ὁ τὴν ἐμὴν μιμησάμενος περὶ τοὺς πτωχοὺς εὐσπλαγχνίαν,
ὁ πτωχεύσας τῷ πνεύματι,
ὁ τοῖς δεομένοις τὴν ἀκοὴν ὑποκλίνας,
ὁ τὰ τοῦ πλησίον οἰκειωσάμενος πάθη,
ὁ δακρύσας ἐπὶ συμφοραῖς ἀλλοτρίαις,
ὁ ἐμπλήσας ἀγαθῶν τὴν ψυχὴν τοῦ πεινῶντος,
ὁ τῶν γυμνῶν διαθερμάνας τοὺς ὤμους,
ὁ μὴ παρακούσας τῆς φωνῆς τοῦ νοσοῦντος,
ὁ δανείσας ὀλιγοψύχῳ παρακλήσεως λόγον,
ὁ τὸν ξένον ὑπὸ τὴν στέγην δεξάμενος,
ὁ τῷ σπόγγῳ τῆς συμπαθείας τῶν χηρῶν ἀποσμήξας τὸ δάκρυον,
ὁ ἐλαφρύνας τῇ προστασίᾳ τῆς ὀρφανίας τὸ βάρος.

Ταῦτα εἰδότες, ἀδελφοὶ, μὴ τῇ γλώσσῃ θαυμάζετε,
ἀλλὰ τοῖς ἔργοις μιμήσασθε.
Σφραγὶς γὰρ γλώσσης ἡ χεὶρ,
καὶ ταύτην ἑρμηνεύει τῆς δεξιᾶς ἡ ἐπίδοσις,
ζηλοῦσα τὰ ῥήματα.

Τὴν φιλοπτωχίαν περὶ πολλοῦ ποιησώμεθα,
σκορπίζειν τοῖς πένησι τοὺς ὀβολοὺς μὴ φεισώμεθα, παρακαλῶ·
τῶν δεσποτικῶν φωνῶν ἐπακούσωμεν·
τοῦ φόβου μαθόντες τὴν πεῖραν ἐκκλίνωμεν·
ἑαυτῶν διὰ τῶν πενήτων φροντίσωμεν.

Αἱ γὰρ παρθένοι φιλανθρωπίαν μὴ τιμήσασαι,
τοῦ νυμφῶνος ἐκβάλλονται.

Ποία λοιπὸν τοῖς ἁμαρτωλοῖς ἐλπὶς περιλείπεται ἀπανθρωπίᾳ ὑβρίσασι;
Ταῦτα πρὸς τὸ πλῆθος λέγων,
τῶν ῥᾳθυμοτέρων τὸ συνειδὸς ἀσφαλίζομαι,
βλάπτων οὐδὲν τοὺς εὐγνώμονας,
ἀλλὰ καὶ θερμοτέρους πρὸς τὴν εὐσέβειαν ἐργαζόμενος.

Οὐκοῦν σκόρπισον, ἀδελφὲ,
ἕως ἔτι συνέστηκεν ἡ τοῦ βίου πανήγυρις.
Τὰ τῆς ἀπολογίας πραγμάτευσαι·
πρὸ τοῦ τεθῶσιν οἱ θρόνοι, θρῆνον ἐπίδειξαι·
φθάσον τοῦ νυμφίου τὴν παρουσίαν·
δράμε τῆς ἁμαρτίας ὀξύτερον·
πρόλαβε τὴν ἐμπρόθεσμον διάγνωσιν·
θεράπευσον τὸν κριτήν·
μὴ καταδέξῃ τῷ βήματι παραστῆναι γυμνός.
Νῦν σκόρπισον χρήματα,
ἵνα τότε διαλύσῃς ἐγκλήματα·
λάλησον τῷ δικαστῇ καταμόνας,
ἵνα μὴ ἐπὶ πάντων καταδικάσῃ σε·
λάβε μεσίτην πρὸς τὴν αὐτοῦ θεραπείαν τὸν πένητα·
δι’ αὐτοῦ τὸν κριτὴν δωροδόκησον·
αὐτῷ μόνῳ θάῤῥει τὸ τοιοῦτον μυστήριον·
δι’ αὐτοῦ πώλει τοῖς καταδίκοις τὸ δίκαιον.

Ὁ πτωχὸς λαμβάνει,
καὶ ὁ κριτὴς ὑπογράφει συγχώρησιν·
ἀγράφως δέχεται, καὶ προσφέρει χειρόγραφα.
Ὁ γὰρ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ.
Ὅπερ ἂν νῦν βάλλῃς ἐν τῇ χειρὶ τοῦ πτωχοῦ,
γνωρίσεις ἐν τῇ παλάμῃ τοῦ δικαστοῦ.
Εἰ διαδράσαι τὴν κρίσιν τοίνυν σπουδάσωμεν,
ἐντεῦθεν ἤδη τὸν δικαστὴν διὰ τῶν πτωχῶν δυσωπήσωμεν.
Εἰ καὶ ὁπηνίκα τελευταῖα διατυποῖς, γράψον μετὰ τῶν συγγενῶν ἢ φίλων τὴν ἀποδημοῦσαν τοῦ βίου ψυχήν·
δὸς αὐτῇ κἂν μικρὰ τῆς ἀνάγκης ἐφόδια·
ἐχέτω τοῦ δικαστοῦ τὸ ὄνομα τῆς διαθήκης τὰ γράμματα·
μνήμης πτωχοῦ μὴ ἀμοιρείτω ὁ χάρτης.
Χαρᾶς πρόξενον, καὶ μὴ θρήνων ἄξιον ἔργασαι τὸν θάνατον·
συνηγόρων ἐκτὸς μὴ παραστῇς τῷ φοβερῷ κριτηρίῳ·
χόρτασον τὰς κοιλίας τῶν ὀφειλόντων ταῖς γλώσσαις ὑπὲρ σοῦ ῥητορεῦσαι πρὸς τὸν Κύριον.
Κτησώμεθα δι’ αὐτῶν χρεώστην τὸν κτίσαντα,
τοῦ μὴ δοῦναι δίκην κατ’ ἐκείνην τὴν ἡμέραν·
ὠνησώμεθα χρήμασι τῆς τοιαύτης ἐπιτυχίας ῥήτορας.
Ἔχεις γὰρ, φησὶ, μάρτυρα τῆς περὶ ἐμὲ φιλίας τὸν πένητα·
οἶδάς με τὰ τῶν πτωχῶν οἰκειούμενον.
Ἐξανατέλλω χόρτον τοῖς κτήνεσι,
καὶ πᾶσι τὴν τροφὴν χορηγῶ·
καὶ ὅμως σοῦ ποιοῦντος τὴν ἐλεημοσύνην,
ἐγὼ τῷ πένητι συγκλίνω τὴν χεῖρα,
καὶ τὸν ὀβολὸν ὑποδέχομαι.
Ἀναβάλλομαι τὸ φῶς ὡς ἱμάτιον·
κἂν μόνον σὺ τὸν πτωχὸν περιβάλῃς,
ἐγὼ τῆς θέρμης αἰσθάνομαι.
Οἶδάς με ἐν οὐρανῷ τῷ Πατρὶ συγκαθήμενον·
κἂν μόνον ὁρμήσῃς τοὺς ἐν φυλακῇ ἐπισκέψασθαι,
εὑρήσεις με τοῖς δεσμοῖς συγκαθήμενον·
κἂν δράμῃς πρὸς νοσοῦντας, τῆς κλίνης οὐκ ἀπολιμπάνομαι.

Πανταχοῦ γάρ εἰμι, καὶ τοῖς ἐν ἀνάγκῃ προΐσταμαι.
Ὅπερ ἂν δώσῃς τῷ πένητι, ὄψει τοῦτο παρ’ ἐμοῦ πληθυνόμενον.
Ἐὰν εἰσάγῃς εἰς τὴν οἰκίαν σου τὸν ἄστεγον,
καὶ δι’ αὐτοῦ λάβῃς με ἐν οἴκῳ σου,
τρία ταῦτα παρέξω σοι·
καὶ τὸ κέρδος αὐξήσω,
καὶ τὸν οἶκόν σου φυλάξω,
καὶ μονὴν ἐν οὐρανοῖς ἑτοιμάσω σοι·
ἐν ᾗ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἐν Θεῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου: Εἰς τὴν παραβολὴν περὶ συκῆς

Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου:
Εἰς τὴν παραβολὴν περὶ συκῆς

Άγιος Ιωάννης ο Χρυσόστομος

Ὀφθαλμὸς μὲν ὁρῶν
ἢ δένδρον ἀνθοφόρον,
ἢ πηγὴν ὑδροτόκον, ὑπ’ αὐτῆς τῆς θέας ἕλκεται,
καὶ τὸν τῆς καρδίας νοῦν μεταστρέφει ἐκεῖ.

Ὁμοίως δὲ καὶ ὁ ἀκούων διὰ λόγων πράξεις καὶ ἱστορίας, πρὸς ἐκείνας τὴν διάνοιαν ἀνατείνει, ὡς εἶναι τὸν τοιοῦτον τῷ μὲν σώματι ἐν τῷδε τῷ τόπῳ, τῇ δὲ διανοίᾳ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα ὁ λόγος τῆς ἱστορίας διαστρέφει τὸ πρᾶγμα.

Τοιοῦτόν τι καὶ ἐμοὶ συμβέβηκεν, ἀγαπητοί.
Ἀκούσας γὰρ τοῦ εὐαγγελιστοῦ διηγουμένου τὰ ἐν Βηθανίᾳ κατὰ τὴν συκῆν γεγονότα πράγματα, ὧδε μέν εἰμι τῷ σώματι·
τῇ δὲ διανοίᾳ ἐμαυτὸν εἶναι ἐκεῖ φαντάζομαι·
καὶ οἴομαι νῦν ἀκολουθεῖν τῷ ∆εσπότῃ Ἰησοῦ,
καὶ ὁρᾷν τὴν συκῆν πρὸ μὲν τοῦ ∆εσποτικοῦ προστάγματος ἀνθηρὰν καὶ κατάκομον, μετὰ δὲ τὸ Κυριακὸν πρόσταγμα στυγερὰν καὶ κατάξηρον.

Πρωΐας γὰρ, φησὶν, ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασε.
Καὶ ἰδὼν συκῆν, ἦλθεν ἐπ’ αὐτὴν,
καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον·
καὶ λέγει αὐτῇ·
Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα·
καὶ εὐθέως ἐξηράνθη.
Τοῦτο γὰρ ἀρτίως ἡμῖν ὑπανεγνώσθη.
Ἐκπλήττει με τὸ θαῦμα·
μεμέρισταί μου ἡ διάνοια.

Ὅταν γὰρ βουληθῶ τὸ πρᾶγμα τῆς ἱστορίας διηγήσασθαι, εὐθέως μετὰ τῆς ἱστορίας τὰ θαύματα πρὸς αὐτὰ ἐπισπᾶται.
Καὶ ὥσπερ ὁπόταν ἴδῃ τις στάμνον χρυσῆν ἔχουσαν ἔνδοθεν λίθους τιμίους, φέροντας ἐν ἑαυτοῖς γεγραμμένα μυστήρια, θέλει μὲν ὁρᾷν τὴν στάμνον διὰ τὴν τοῦ εἴδους στιλβότητα, ἀνθέλκεται δὲ ὑπὸ τῶν ἔνδοθεν λίθων·
σπεύδει γὰρ καὶ τὸ τῶν λίθων περιαθρῆσαι κάλλος, καὶ τὰ ἐν αὐτῇ γεγραμμένα μυστήρια γνῶναι·
ὡσαύτως κἀγὼ ὁρῶν μὲν τὴν τοῦ γράμματος ἱστορίαν λαμπρὰν καὶ περικαλλῆ τυγχάνουσαν, ἐκεῖ κατέχομαι τὸν νοῦν·
ἀνθέλκομαι δὲ πάλιν ὑπὸ τῆς τοῦ πνεύματος θεωρίας, μείζονά μοι τῆς ἱστορίας ἐπαγγελλομένης δεικνύειν τὰ θαύματα.
Πρωΐας γὰρ, φησὶν, ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασεν.

Ὢ ἀνεκφράστου καὶ ἀνεκδιηγήτου μυστηρίου!
Ἐπείνασεν ὁ τρέφων πᾶσαν τὴν οἰκουμένην·
ἐπείνασεν ὁ ἐκ πέντε ἄρτων πεντάκις χιλίους εἰς κόρον ἐκθρέψας·
ἐπείνασεν ὁ ἐκ πηλοῦ ζῶντας ὀφθαλμοὺς ἐργασάμενος·
ἐπείνασεν ὁ ἐπὶ τῶν κυμάτων τῆς θαλάσσης περιπατήσας, καὶ τοὺς πόδας εἰς τὸ ὕδωρ μὴ βάψας·
ἐπείνασεν ὁ ἐννοίᾳ μόνῃ τὸ ὕδωρ εἰς οἶνον μετατρέψας·
ἐπείνασεν ὁ ψυχὰς ἐκ τῶν σκηνωμάτων ἐκσπάσας,
καὶ πάλιν αὐτὰς εἰσοικίσας λόγῳ.

Καὶ πῶς λέγει ὁ Ἡσαΐας,
Ὁ Θεὸς ὁ αἰώνιος οὐ πεινάσει, οὐδὲ κοπιάσει;
Χριστὸς δὲ ὅτι Θεὸς παντί που δῆλον τῷ πιστεύοντι τῇ Γραφῇ λεγούσῃ·
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,
καὶ Θεὸς ἦν ὁ Λόγος.
Πῶς οὖν ἐπείνασεν ὁ Θεός;
Ἐπείνασεν ἡ τοῦ δούλου μορφή·
διέθρεψε δὲ πεντακισχιλίους ἡ ἐν αὐτῷ τοῦ ∆εσπότου βουλή.
Ἦλθεν ἐπὶ τὴν συκῆν ὁ ὁρώμενος ἄνθρωπος·
ἦν δὲ πανταχοῦ ἡ ἐν αὐτῷ νοουμένη θεότης.
Εἶδε τὴν συκῆν ἄκαρπον ὡς ἄνθρωπος,
ἐξήρανε ταύτην λόγῳ ὡς Θεός.
Εἶπε, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα·
καὶ τὸ ἔργον ἠκολούθησε τῷ ῥήματι·
καὶ εὐθὺς ἡ συκῆ ἐξηράνθη.
Τὸ ῥῆμα ἀνθρώπινον, τὸ δὲ ἔργον θεϊκόν.

Ἀλλὰ πολυζήτητος ἡμῖν, ἀγαπητοὶ, ἡ θεωρία ἡ κατὰ τὴν συκῆν, παρὰ πολλοῖς μὲν ἑρμηνευθεῖσα, ὡς ἔμοιγε δοκεῖ, οὐκ ἠκριβωμένως·
πλὴν τὰς τῶν προλαβόντων ὑμῖν λέξω λύσεις, καὶ τὰς ἡμῖν πεπονημένας προσκομίσομεν ἀριστείας.
∆ύσληπτος γὰρ ὁ ἐν τῇ ἱστορίᾳ τοῦ γράμματος κείμενος νοῦς, πολλῷ τῷ βάθει κεκρυμμένην ἔχων τὴν τοῦ μυστηρίου στιλβότητα.

Τί γὰρ τὸ ἀναγκαῖον ἦν τῷ λόγῳ ξηραίνεσθαι τὴν συκῆν, καὶ μὴ λόγῳ ταύτην καρποφορεῖν;
Ὁ γὰρ ῥήματι ξηράνας αὐτὴν ἠδύνατο καὶ ῥήματι εὔκαρπον αὐτὴν ποιῆσαι.
Τί δὲ καὶ ἥμαρτεν ἡ συκῆ, εἴποι τις ἂν, ὁπότε οὐκ ἦν αὐτῆς ὁ καιρὸς, Μάρκου τοῦ εὐαγγελιστοῦ λέγοντος χειμῶνα εἶναι κατ’ ἐκεῖνον τὸν καιρόν;
Καὶ εἰ μή τί ἐστι μυστήριον ὑπὲρ ἄνθρωπον ἐν αὐτῇ τελούμενον, εὑρεθήσεται ὁ Κύριος κατὰ μὲν ἕνα τρόπον ἐπαινετὸς, κατὰ δὲ ἕτερον μεμπτέος·
ἐπαινετὸς μὲν γὰρ, ὅτι λόγῳ αὐτὴν ἐξήρανε·
μεμπτέος δὲ, ὅτι ἀδίκως αὐτὴν κατηράσατο.

Ἀλλὰ δεῖ νοεῖν τοῦ λοιποῦ, ἀγαπητοὶ,
τίνος ἔφερεν εἰκόνα ἡ συκῆ·
οὐ γὰρ ἦν τι ὑπὸ Χριστοῦ γενόμενον πρᾶγμα,
ὃ οὐκ εἶχε μυστήριον.
Ὅλως οὐδὲν ἦν παρ’ αὐτοῦ γινόμενον ἔργον,
ὃ μὴ σφόδρα ὠφέλιμον·
οὐδὲν ὃ μὴ ἐβόα τὴν ἀλήθειαν·
οὐδὲν ὃ μὴ πρὸς τὴν τῶν οὐρανίων παραδοχὴν ἐκίνει τὸν νοῦν.

Ταύτην τὴν συκῆν οἱ πολλοὶ τῶν ἑρμηνέων εἰρήκασι τῇ τῶν Ἰουδαίων συναγωγῇ παρεικασμένην εἶναι, ἐφ’ ἢν ἦλθε, φησὶν, ὁ Κύριος, ζητῶν ἐν αὐτῇ καρπὸν πίστεως·
καὶ οὐχ εὗρεν, εἰ μὴ μόνον λόγοις προφητῶν καὶ νόμου καθάπερ φύλλοις κομῶσαν·
διὸ καὶ ἐξήρανε, λέγων·
Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα.

Ἐγὼ δὲ τῇ ἑρμηνείᾳ ταύτῃ πειρῶμαι ἀντιλέγειν, ἀγαπητοί·
οὐ γὰρ οὕτως ἔχει ἡ ἀκρίβεια τοῦ νοήματος.
Πῶς γὰρ ἂν κατηράσατο ὁ Κύριος, λέγων,
Εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε;
πῶς δὲ καὶ τὴν συναγωγὴν κατηράσατο ἂν καὶ ἐξήρανεν ὁ λέγων, Οὐκ ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀπολέσαι, ἀλλὰ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός;
Εἰ δέ τις ἔτι ἀντιλέγει καὶ φιλονεικεῖ, λέγων, τῇ τῶν Ἰουδαίων συναγωγῇ παρεικασμένην εἶναι τὴν συκῆν ἀκριβῶς, λεγέτω πῶς ἡ ἀπὸ ῥιζῶν ξηρανθεῖσα συναγωγὴ τοιοῦτον ἔγκαρπον κλάδον ἐβλάστησε, τὸν γλυκύτατον Παῦλον.
Πολλοὺς δὲ καὶ ἄλλους ἐπιστρέψαντας ἔγνωμεν ἐκ τῆς τῶν Ἰουδαίων συναγωγῆς·
καὶ γὰρ καὶ Στέφανος ὁ λιθασθεὶς ὑπὸ τῶν Ἰουδαίων ἐξ ἐκείνης τῆς συναγωγῆς ἐτύγχανε, καὶ Ἀκύλας καὶ Πρίσκιλλα καὶ πολλοὶ ἄλλοι, ὧν τὸν κατάλογον νῦν τῶν ὀνομάτων διὰ τὸ πλῆθος τῶν λέξεων παραιτούμεθα λέγειν.
Ὅτι δὲ οὐ παντελῶς ἀπώσατο ὁ Θεὸς τὸν λαὸν τῶν Ἰουδαίων, μαρτυρείτω μοι Παῦλος λέγων·
Λέγω οὖν, Μὴ παντελῶς ἀπώσατο Κύριος τὸν λαὸν αὐτοῦ;
Μὴ γένοιτο·
καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν.
Οὐκ ἀπώσατο Κύριος τὸν λαὸν αὐτοῦ.
Ἀλλὰ γὰρ καὶ σωτηρίαν τῷ λαῷ ἐκείνῳ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐπαγγέλλεται ἐν τῷ λέγειν·
Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.
Εἰ γὰρ καὶ ἐχθρὸν γεγόνασιν Ἰουδαῖοι τοῦ Θεοῦ, δι’ ἡμᾶς γεγόνασιν, ἵνα τῇ ἐκείνων ἀπειθείᾳ ἡμεῖς ἐλεηθῶμεν, ὡς μαρτυρεῖ μοι Παῦλος λέγων, Κατὰ μὲν τὸ Εὐαγγέλιον, ἐχθροὶ δι’ ἡμᾶς·
κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ, διὰ τοὺς πατέρας·
ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις ἁγία.
Ζητητέος τοίνυν, ἀγαπητοὶ, ὁ περὶ τῆς συκῆς λόγος, τίνος ἔφερεν εἰκόνα.
Ἀλλ’ ἐὰν σὺ, ὁ Ἀδὰμ, μνησθῇς, ὅτε ἐν τῷ παραδείσῳ ἐγυμνώθης, ποίου δένδρου φύλλα λαβὼν καὶ συῤῥάψας ἑαυτῷ περιβόλαιον ὕφανας, ὄψει πῶς δικαίως ταύτην ἐξήρανεν·
ἢ γὰρ οὐχὶ φύλλα συκῆς λαβὼν τὴν σεαυτοῦ αἰσχύνην ἐκάλυπτες;
Ἦλθεν οὖν ὁ Χριστὸς, καὶ τὴν ἔτι ἐν σοὶ ἀνθοῦσαν συκῆν τὸ τῆς αἰσχύνης κάλυμμα τῷ λόγῳ ἐξήρανεν·
ἦρέ σου τὴν πενίαν, καὶ δέδωκέ σοι τὸν πλοῦτον·
ἦρέ σου τὰ τῆς αἰσχύνης καλύμματα, καὶ δέδωκέ σοι χιονοφεγγῆ στολὴν, ἐξ ὕδατος καὶ Πνεύματος ὑφανθεῖσαν·
ἐξήρανε τὰ φύλλα τῆς συκῆς, καὶ ἀπέδωκέ σοι τὰ σῦλα τῆς ψυχῆς.
Ποῖα σῦλα;
Ἃ ὄφις ἐσυλαγώγησεν ἐν σοὶ ἐν τῷ παραδείσῳ, τὴν ἰσάγγελον ζωὴν, τὴν τοῦ παραδείσου τρυφὴν, τὴν τῆς ἀφθαρσίας στολήν.

Ἀλλ’ ἐπανέλθωμεν ἐπὶ τὸ κεφάλαιον.
Πρωῒ γὰρ, φησὶν, ἐπανελθὼν ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασε.
Πρωῒ, μετὰ τὸ τὴν νύκτα τῆς πλάνης παραδραμεῖν, καὶ τὸν ὄρθρον Χριστὸν τὸ τῆς ἀναστάσεως φέγγος αὐγάσαι τῷ κόσμῳ·
ὄρθρος γὰρ ὁ Χριστὸς, καθάπερ φησὶν ὁ προφήτης·
Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν.
Πρωῒ ἐπανάγων ὁ Ἰησοῦς.
Πρωῒ, μετὰ τὸ τὸν σκοτεινόμορφον θάνατον τῷ φωτὶ τῆς δόξης Χριστοῦ ἀφανισθῆναι, καὶ τὰς χρυσοῦς ἀκτῖνας τὸν τῆς δικαιοσύνης ἥλιον ἐν ταῖς τῶν ἐσκοτισμένων ἀνθρώπων καρδίαις ἐλλάμψαι·
πρωῒ, μετὰ τὸ τὰς θερμὰς ἀκτῖνας τῆς θεότητος ἐκπετάσαι, καὶ τὰς νενεκρωμένας ὑπὸ τοῦ διαβόλου ψυχὰς ἐκθερμᾶναι·
Οὐκ ἔστι γὰρ ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ.
Τῇ γὰρ ψυχροτάτῃ ἁμαρτίᾳ ὁ διάβολος τὰς τῶν ἀνθρώπων καρδίας ἐνέκρωσεν.
Ὅθεν ὁ προφήτης ἐπεύχεται λέγων·
Πύρωσον τοὺς νεφρούς μου, καὶ τὴν καρδίαν μου.
Κρυμῷ γὰρ ἀσεβείας πᾶσα ἡ ἀνθρωπότης ἐδέδετο.
∆ιὸ πάντες οἱ προφῆται ὁμοθυμαδὸν ηὔχοντο πρὸς τὸν Θεὸν λέγοντες·
Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ·
τουτέστιν, ὥσπερ νότος θερμὸς ἐπιπνεύσας τὰ παγωθέντα ὕδατα εἰς τὴν προτέραν φύσιν τοῦ ὕδατος ἐπανάγει, ὡσαύτως καὶ ἡμᾶς τοὺς τῇ ἁμαρτίᾳ τοῦ διαβόλου νεκρωθέντας, ὡς νότος θερμὸς ἐπιπνεύσας, ἐπὶ τὴν ἀρχαίαν φύσιν τῆς ἀφθαρσίας ἀνακαινίζει.

Ταύτην τὴν θερμὴν ἐπίπνευσιν τοῦ νότου καὶ ἡ νύμφη Χριστοῦ Ἐκκλησία ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων ἐπικαλεῖται λέγουσα·
Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἐξέρχου, νότε·
διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματα.
Πρωῒ, φησὶν, ἐπανάγων.
Καλὸν τὸ, Ἐπανάγων, ἵνα σημάνῃ, ὅτι τὸν ἐκ τοῦ παραδείσου ἐκπεσόντα Ἀδὰμ πάλιν ἐλθὼν ὁ Κύριος ἡμῶν εἰς τὸν αὐτὸν τόπον ἐπανάγει.
Πρωῒ ἐπανάγων ὁ Ἰησοῦς ἐπὶ τὴν πόλιν, ἐπείνασε.
Πόλιν νῦν ἀκούσας, μὴ κάτω περιβλέπου, ἀλλὰ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἀνάβλεπε, πρὸς τὸν οὐράνιον χῶρον·
καὶ γὰρ Τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ὑπάρχει.
Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπείνασεν, οὐ τὴν τροφὴν τῶν ἀνθρώπων, ἀλλὰ τὴν ζωὴν τῶν ἀνθρώπων·
Ἐμὸν γάρ ἐστι βρῶμα, ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου·
ἵνα πιστεύσωσιν εἰς ὃν ἀπέστειλεν ἐκεῖνος·
Ὁ γὰρ πιστεύων εἰς αὐτὸν, καθὼς εἶπεν αὐτὸς, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα.
Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπείνασεν, καὶ ἰδὼν συκῆν, ἦλθεν ἐπ’ αὐτήν.
Εἰ γὰρ παρέδραμε τὴν συκῆν, εἶχεν ἂν ἐν τῇ συκῇ τὴν καλιὰν αὐτοῦ ὁ ὄφις ἀθάνατον·
ἀλλ’ ἦλθεν ἐπὶ τὴν συκῆν, καὶ ταύτην ἐξήρανεν.
Ὑπὸ τοιαύτην συκῆν τὸν Ναθαναὴλ ὄντα εἶδεν ὁ Κύριος·
Πρὸ τοῦ γάρ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.
Ταύτην τὴν συκῆν προορῶν ὁ προφήτης μέλλουσαν ἄκαρπον γενέσθαι, ἔλεγεν·
Ἀναβήσομαι εἰς λαὸν παροικίας μου, διότι συκῆ οὐ καρποφορήσει.
Ἐπὶ τοιαύτην συκῆν ἀνέβη ὁ Ζακχαῖος ἰδεῖν τὸν Ἰησοῦν·
πρὸς ὃν ἔλεγε·
Σπεύσας κατάβηθι.
[Ἐκεῖ ὁ ὄφις καμπύλα περιπλέκεται, ἐκεῖ ἐνόσσευσεν, ἐκεῖ κέκρυπται. Σπεύσας κατάβηθι.] Χαριέντως δὲ ὁ εὐαγγελιστὴς εἶπε συκομορέαν ἐπὶ τοῦ Ζακχαίου, ἵνα σημάνῃ ὅτι ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς συμπέπλεκται τῇ μωρίᾳ, ὅθεν τίκτεται ὁ κάκιστος μόρος.
Ἦλθεν ἐπὶ τὴν συκῆν ὁ Κύριος.

Αὕτη ἡ συκῆ εἰκόνα ἔφερε τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ·
πλατύφυλλον γάρ ἐστι τὸ φυτὸν τῆς συκῆς, καὶ κνησμώδης ἐστὶν ἡ ἁμαρτία, διὰ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ ἀπάγουσα εἰς τὴν ἀπώλειαν.
Γλυκύτατός ἐστιν ὁ καρπὸς τῆς συκῆς·
γλυκεῖά ἐστιν ἡ ἡδονὴ, εἰς ὄλισθον ἁμαρτίας τοὺς προσεγγίζοντας αὐτῇ καταῤῥηγνῦσα.
Φεῦγε αὐτῆς τὴν γεῦσιν, ὦ ἀγαπητέ·
γλυκεῖα γάρ ἐστιν ἐν τῇ γεύσει, πικρὰ δὲ μετὰ τὴν πρᾶξιν.
Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, καὶ πρὸς καιρὸν λιπαίνει τὸν φάρυγγα·
ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον διστόμου μαχαίρας.
Πόρνη ἐστὶν ἡ ἡδονὴ, γλυκέα σοι προσομιλεῖ τὰς ἀρχὰς, λαθραίως παρεμβάλλουσα ἐν τῇ ὁμιλίᾳ τὸ πικρὸν τοῦ θανάτου.
Τοιοῦτος ἦν καὶ ὁ ὄφις, γλυκὺς ἐν τῷ λόγῳ, καὶ πικρὸς ἐν τῷ δόλῳ·
γλυκὺ μὲν τὸ βρῶμα, πικρὸν δὲ τὸ πτῶμα.
Φεῦγε οὖν, ἀγαπητὲ, τὴν πόρνην, τὴν γλυκεῖάν σοι ὁμιλοῦσαν, καὶ πικρὰ τραύματα ἐμφέρουσαν·
φεῦγε τὴν ἡδονὴν ὡς Ἠλίας τὴν Ἰεζάβελ.
Ἦλθε τοίνυν ὁ Κύριοςἀπὸ οὐρανῶν·
ἐπείνασεν τὴν ζωὴν τῶν ἀνθρώπων εὕρασθαι·
εὗρε τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν τοῦ βίου τούτου ἑστῶσαν·
ἦλθεν ἐπ’ αὐτὴν, καὶ εὑρίσκει αὐτὴν φύλλοις κομῶσαν, τουτέστι, δόγμασιν ἁμαρτίας ἀνθοῦσαν, μὴ ἔχουσαν δὲ αὐτὴν καρπὸν ἔτι θανάτου.
∆ιὰ τί;
Ἐπειδὴ οὐκ ἦν καιρός·
τοῦτο γὰρ προσέθηκεν ὁ εὐαγγελιστής·
Οὐκ εἶχε, φησὶ, καρπόν·
οὐ γὰρ ἦν καιρός.
Πῶς γὰρ ἠδύνατο ἔτι θάνατον καρποφορῆσαι.
Ἰησοῦ παραγενομένου, καὶ ἀνάστασιν τῷ κόσμῳ κηρύττοντος;
Οὐκ ἔτι ἦν αὐτῆς καιρὸς καρποφορεῖν θάνατον·
Ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως.
τουτέστι, τοῦ νόμου.
Οἶδε γὰρ, φησὶν, ἡ Γραφὴ τὸν νόμον λέγειν Μωϋσέα, ὡς ἐν τῷ Εὐαγγελίῳ·
Ἔχουσιν Μωϋσέα καὶ τοὺς προφήτας.
Εἶπε Κύριος πρὸς αὐτὴν, Οὐ περαιτέρω καὶ Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα·
τουτέστι, Πρὸ τῆς ἐμῆς παρουσίας ἐκαρποφόρησας θάνατον·
ἰδοὺ ἐγὼ παραγέγονα, αὕτη ἡ ἀνάστασις.
Ἐμοῦ παραγενομένου Μηκέτι ἐκ σου καρπὸς γένηται εἰς τὸν αἰῶνα.
Καὶ εὐθέως ἐξηράνθη ἡ συκῆ·
καὶ ἐπληρώθη τὸ γεγραμμένον, Κατεπόθη ὁ θάνατος εἰς νῖκος.
Ποῦ σου, θάνατε, τὸ κέντρον;
ποῦ σου, ᾅδη, τὸ νῖκος;
Εἰπὼν γὰρ ὁ εὐαγγελιστὴς χειμῶνα εἶναι κατ’ ἐκεῖνον τὸν καιρὸν ἐν ᾧ ἡ συκῆ τοῖς φύλλοις ἐκόμα, ᾐνίξατο ὅτι ἡ ἁμαρτία ἐκόμα, διὰ τὸ εἶναι τὸν διάβολον χειμῶνα ἐπικείμενον πάσῃ τῇ ἀνθρωπότητι.
Πρὸ γὰρ τῆς τοῦ εἰρηνάρχου παρουσίας, ποικίλοις πνεύμασιν ἐκλονεῖτο τὸ τῶν ἀνθρώπων γένος, πρὸς εἰδωλολατρείας καὶ αἱμοχυσίας καὶ κώμους καὶ λαγνείας ἐλαυνόμενον·
ἐλθὼν δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἡ εἰρήνη τοῦ κόσμου, κατέστειλε τὰς τῶν ἐναντίων πνευμάτων σπιλάδας ταραττούσας τὴν τοῦ βίου τούτου τῶν παθῶν ἁλμυροφόρον θάλασσαν, καὶ τὰ ἀφροφόρα τῶν ἡδονῶν κατέσβεσε κύματα.
Καὶ ξηράνας τὴν συκῆν, ἐφύτευσε τὴν τοῦ σταυροῦ πίστιν ἀνθοῦσαν, καὶ ζωὴν πᾶσιν ἀστράπτουσαν·
οὗ σταυροῦ αἱ μὲν ῥίζαι εἰς τὴν γῆν ἐτέθησαν, οἱ δὲ κλάδοι εἰς οὐρανοὺς ἀνετάθησαν·
οὗ τὰ φύλλα ἀγήρατα, καὶ τὸ ἄνθος ἀμάραντον, καὶ ὁ καρπὸς ἀθάνατος·
οὗ καὶ ὁ ∆αυῒδ μέμνηται ξύλου, λέγων·
Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται.
Τούτου τοῦ ξύλου μέμνηται καὶ ἡ Σοφία, λέγουσα·
Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς.
Τοῦτο τὸ ξύλον προφητικῷ ὀφθαλμῷ θεωρήσας Ἱερεμίας, ὑπὸ τῶν Ἰουδαίων μέλλον κατὰ Χριστοῦ πελεκᾶσθαι, εἰς πρόσωπον τῶν Ἰουδαίων ἀπεφθέγξατο, λέγων αὐτοῖς·
∆εῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων.
Ξύλον ὁ σταυρὸς, ἄρτος τὸ σῶμα Χριστοῦ.
Λαβὼν γὰρ ὁ Κύριος ἄρτον, εἶπε·
Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Ἐπὶ τοῦτο τὸ ἰκρίον τοῦ σταυροῦ ἀναβὰς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ τὰς χεῖρας αὐτοῦ ἐκπετάσας, καὶ τὰς ἐν τῷ ἀέρι πετομένας δυνάμεις ἐξελάσας, ἀνεμπόδιστον ἡμῖν τὴν εἰς οὐρανὸν πορείαν ηὐτρέπιζε, καὶ κλίμακα μακρὰν ἡμῖν τὴν πίστιν ἀπὸ γῆς εἰς οὐρανὸν ἀνατείνας·
καὶ τὸ παράδοξον, ἐὰν ἀκούσητε, ἀγαπητοὶ, ἔστη τὸ δένδρον τοῦ σταυροῦ, ἐφηπλώθη ἐν αὐτῷ ἡ ἀληθινὴ ἄμπελος, ἡ λέγουσα, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή·
καὶ ἐγένετο τῷ μὲν διαβόλῳ ἀναδενδρὰς θανατηφόρος, ἡμῖν δὲ ἀναδενδρὰς ζωηφόρος, τὸν καύσωνα τῶν ἁμαρτιῶν ἡμῶν ἀναστέλλουσα, καὶ σκιὰν ἀναπαύσεως ἡμῖν δωρουμένη.
Ὑπὸ τὴν σκιὰν αὐτοῦ ὁ καθήμενος λέγει τὸ ὑπὸ τοῦ Σολομῶντος εἰρημένον·
Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ γλυκὺς αὐτοῦ ὁ καρπὸς ἐν τῷ λάρυγγί μου.
Ἐν ταύτῃ τῇ σκιᾷ θαῤῥήσας ὁ μακάριος ∆αυῒδ ἔλεγε·
Καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ.
Ἕως πότε;
Ἕως οὗ παρέλθῃ ἡ ἀνομία μου.
Ὢ θαυμαστοῦ πράγματος καὶ μυστηρίου καινοῦ! Ἡ πηγὴ ἐπὶ δένδρον ἔκειτο, καὶ ὁ σταυρὸς ὑπ’ αὐτῆς ἐποτίζετο·
νυγεὶς γὰρ λόγχῃ τὴν πλευρὰν αὐτοῦ, αἷμα καὶ ὕδωρ ἐξέπεμψε·
τῷ μὲν αἵματι τὸν σταυρὸν πορφυρίζων, τῷ δὲ ὕδατι ἄρδων αὐτοῦ τὰς ῥίζας, ἵνα ἀθανάτους καρποὺς τοῖς πιστεύουσιν εἰς ἀεὶ ἀναθάλλῃ.

Ὢ δένδρον μακαριστὸν, ὃ βασιλεῖς τιμῶσιν, καὶ ὕπαρχοι σέβονται, ἄνδρες τε καὶ γυναῖκες καὶ πᾶσα φύσις καὶ κτίσις ἀνθρώπων φυλακτήριον κέκτηνται·
ὃ δαίμονες φρίττουσι, καὶ ὁ διάβολος τρέμει·
ὃ ἄγγελοι ὑμνοῦσι, καὶ οὐρανοὶ εὐλογοῦσιν·
Ἐκκλησίαι δὲ σεμνύνουσι τὸν ἐν αὐτῷ σταυρωθέντα Χριστόν! ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνα, τῶν αἰώνων. Ἀμήν.

Δελτίο τύπου – Σερρών Θεολόγος: «Όλα τα έργα της Εκκλησίας αποτελούν συνέργεια και συλλειτουργία Θεού και ανθρώπου» (17-04-2022)

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ
ΣΕΡΡΩΝ ΚΑΙ ΝΙΓΡΙΤΗΣ

ΔΕΛΤΙΟ ΤΥΠΟΥ

Σερρών Θεολόγος: «Όλα τα έργα της Εκκλησίας αποτελούν
συνέργεια και συλλειτουργία Θεού και ανθρώπου»

17-04-2022

Η κατά Σέρρας και Νιγρίτα Εκκλησία, με αφορμή αφενός μεν τα λειτουργικά θυρανοίξια του νέου ιερού Ναού Αγ. Βασιλείου Κάτω Λευκώνος Σερρών, αφετέρου δε την είσοδό μας στην Αγία και Μεγάλη Εβδομάδα των Παθών και της Αναστάσεως του Κυρίου, με τιμή, σεβασμό αλλά και πνευματική κατάνυξη, υποδέχθηκε το ιερό Λείψα­νο της χειρός του Αγ. Βασιλείου του Μεγάλου, το οποίο ευρίσκεται αποτεθησαυρισμένο στην Ιερά Σύνοδο της Εκ­κλησίας της Ελλάδος, προερχόμενο εκ της Ιεράς Μητροπόλεως Νικομηδείας της Μικράς Ασίας, μεταφερθέν στην Ελλάδα μετά την Μικρασιατική καταστροφή.

Η επίσημος υποδοχή του ιερού Λειψάνου του Αγ. Βασιλείου, το οποίο εκόμισε ο Α’ Γραμματεύς της Ιεράς Συνόδου της Εκκλησίας της Ελλάδος, Πανοσιολ. Αρχιμανδρίτης π. Δωρόθεος Πάπαρης, πραγματοποιήθηκε τό Σάββατο του Λαζάρου, 16 Απριλίου 2022, στις 6:30 το απόγευμα, στα προπύλαια του νεόδμητου ιερού Ναού, από τον Σεβ. Μητροπολίτη Σερρών και Νιγρίτης κ. Θεολόγο, τον ιερό κλήρο, τους Βουλευτές του Νομού Σερρών κ. κ. Φ. Αραμπατζή, Αν. Χατζηβασιλείου, Θ. Λεονταρίδη και Κ. Μπούμπα, τον Δήμαρχο Σερραίων κ. Αλ. Χρυσάφη, τον τέως Νομάρχη Σερρών κ. Στ. Φωτιάδη, αντιπροσωπείες πολιτιστικών Συλλόγων με τις παραδοσιακές τους φορεσιές και τον φιλάγιο λαό του Θεού, οι οποίοι προσήλθαν να λάβουν την χάρη του Μεγάλου Καππαδόκου Ιεράρχου.

Ακολούθως, τελέσθηκε η ακολουθία των θυρανοιξίων του ιερού Ναού του μεγάλου Καππαδόκου Αγίου, τα οποία εντάσσονται στο ευρύτερο πλαίσιο των ιερών ακολουθιών και εκδη­λώσεων ιστορικής μνήμης, με αφορμή την πικρή, αλλά και ιδιαιτέρως δι­δακτική, εφετεινή επέτειο της συμπληρώσεως 100 χρό­νων από της Μικρα­σιατικής καταστροφής (1922).

Ο ως είρηται νεόδμητος ιερός Ναός, ο μοναδικός στην Μητροπολιτική περιφέρεια Σερρών και Νιγρίτης, που τιμάται επ’ ονόματι του μεγάλου αυτού Αγίου της πίστεώς μας και οικουμενικού διδασκάλου της Εκκλησίας μας, θεμελιώθηκε το έτος 2008 από τον Σεβ. κ. Θεολόγο, πλησίον του παλαιού μικρού ιερού Ναού Κοιμ. Θεοτόκου, ο οποίος δεν εκάλυπτε επαρκώς τις αυξημένες λειτουργικές και λατρευτικές ανάγκες της ραγδαίως αναπτυσσομένης αυτής ενορίας, της αποτελουμένης από ευλαβείς Ποντίους, Βλάχους και γηγενείς κατοίκους.

Εν συνεχεία, τελέσθηκε η Δοξολογία επί τη υποδοχή του ιερού Λειψάνου και ο Εσπερινός της Κυριακής των Βαΐων, χοροστατούντος του Σεβ. κ. Θεολόγου, ο οποίος ευχαρίστησε καταλλήλως, διά θερμών λόγων τόσο τον κομίσαντα το ιερό Λείψανο, Πανοσιολ. Αρχιμανδρίτη π. Δωρόθεο και δι΄ αυτού τον Μακ. Αρχιεπίσκοπο Αθηνών και πάσης Ελλάδος κ. Ιερώνυμο και την Ιερά Σύνοδο της Εκκλησίας της Ελλάδος, για την μεγίστη ψυχοστηρικτική αυτή ευλογία, καθώς και τους φιλογενείς Άρχοντες του τόπου και τον φιλάγιο λαό, για την συγκινητική συμπροσευχητική τους παρουσία.

Προ της απολύσεως του Εσπερινού, ο Αιδεσιμολ. Πρωτοπρεσβύτερος π. Ιορδάνης Θεμελίδης, ομίλησε επικαίρως, αναφερόμενος στο ιστορικό γεγονός των θυρανοιξίων, στο χρονικό ανεγέρσεως και ολοκληρώσεως του ιερού έργου. Ευχαρίστησε δε υιϊκώς και καθηκόντως για την πατρική επιστασία, το συνεχές ενδιαφέρον, την συνεχή και έμπρακτη, πνευματική και οικονομική μέριμνα και συνεισφορά του τον σεπτό Ποιμενάρχη κ. Θεολόγο, καθώς και όλους τους δωρητές, οι οποίοι συνέβαλαν ποικιλοτρόπως στην ολοκλήρωση του έργου.

Ακολούθως, ο Σεβ. κ. Θεολόγος, εμνήσθη με ιερά συγκίνηση την απαρχή και την πρόοδο του ιερού αυτού έργου, που υλοποιείται προς εξυπηρέτηση των λειτουργικών αναγκών του θρησκεύοντος λαού μας και ανέφερε μεταξύ άλλων:

«Κάθε Ναός είναι ένα έργο του Θεού, ένα πνευματικό λιμάνι, ένα θεραπευτήριο ψυχών και σωμάτων, ένα σκήνωμα της δόξης του Θεού, μία ουράνιος πύλη, ένα αγιαστήριο και αγνευτήριο ψυχών και σωμάτων, ο τόπος και ο τρόπος της σωτηρίας, του αγιασμού μας και της εγχριστώσεώς μας, μία εστία θαλπωρής, πνευματικότητος και ουρανοδρόμων αναβάσεων, όπου εν Χριστώ συγκεντρώνεται η οικογένεια του Θεού.

Ο κάθε ορθόδοξος Ναός είναι ένας φωτεινός φάρος, που ακτινοβολεί το Φως του Χριστού μέσα στο ταξίδι αυτής της ζωής. Γι’ αυτό λοιπόν δοξάζουμε τον Θεό με όλη τη δύναμη της ψυχής μας, γιατί πράγματι εθαυμάστωσε Εκείνος τα ελέη και τους οικτιρμούς Του στην ταπεινή μας διακονία μέσα στην Εκκλησία. Είναι ένα θαύμα αλλά και ένας διηνεκής έπαινος της ευσέβειας του ευγενικού λαού μας, η οποία στέκεται ως κυματοθραύστης απέναντι στις προκλήσεις των καιρών.

Τα θυρανοίξια αυτού του Ναού είναι μία συγκλονιστική μαρτυρία της βαθιάς πίστεως του λαού μας. Είναι ένα πραγματικό θαύμα! Υποκλινόμεθα με σεβασμό και ευγνωμοσύνη στην πηγαία ευσέβεια του λαού μας και δοξάζουμε το πανάγιο όνομα του Θεού. Ο Ναός αυτός ανηγέρθη στα δύσκολα χρόνια μας μετά πολλών κόπων, αγωνιών αλλά και πολλών ευλογιών και παρακλήσεων από μέρους του Θεού.

Ο τιτάνιος και σκληρός αυτός αγώνας για την ανοικοδόμηση του νέου ιερού Ναού, χωρητικότητος 1.000 και πλέον πιστών, επ’ ονόματι του Αγ. Βασιλείου του Μεγάλου, παρά τις εξωτερικές δυσμενείς συνθήκες (οικονομική και υγειονομική κρίσις), που διέρχεται ο τόπος μας και ο κόσμος, ολοκληρώθηκε επιτυχώς χάρις και στην συγκινητική στήριξη, ηθική και υλική, των αρχόντων του τόπου μας, Σερραίων επιχειρηματιών, κυρίως δε του φιλοχρίστου και φιλαγίου λαού του Θεού.

Στη ζωή μας είναι ανάγκη να εργαζόμεθα με όραμα, να είμεθα μέσα σε πνεύμα αμοιβαίου σεβασμού και ενότητος, συνδημιουργοί όλων των μεγάλων, αγίων και ευγενών έργων, που έχει ανάγκη ο τόπος μας για να προοδεύσει.

Δοξάζομεν με βαθειά ευγνωμοσύνη το υπερύμνητο Όνομα του Τρισαγίου Θεού μας διότι στην πατρίδα μας ακόμη ανοικοδομούνται νέοι ιεροί Ναοί, διότι ο λαός μας θρησκεύεται με ευλάβεια και περιβάλλει με πολλή εμπιστοσύνη και αγάπη την φιλόστοργη μητέρα του, αγία Ορθόδοξο Εκκλησία.

Ο αδαπάνητος θησαυρός της Εκκλησίας μας είναι η αενάως ενοικούσα σε Αυτήν χάρις του Παναγίου Πνεύματος, που όλον συγκροτεί τον θεσμόν της Εκκλησίας. Αυτή η χάρις δημιουργεί τις προϋποθέσεις του θαύματος στη ζωή μας.

Όλα τα έργα της Εκκλησίας είναι συνέργεια και συλλειτουργία του Θεού με τον άνθρωπο και γίνονται από τον λαό του Θεού για τον λαό του Θεού.

Ευχόμεθα ολοψύχως με την παντοδύναμη χάρη του αγίου Θεού, τις ολόθυμες πρεσβείες του Μεγάλου και οικουμενικού Πατρός και Διδασκάλου της Εκκλησίας μας Βασιλείου και πάντων των Αγίων να αξιωθούμε να τελέσουμε συντόμως και τα λειτουργικά του εγκαίνια».

Τέλος, ο Σεβ. κ. Θεολόγος, αντιδώρησε ως τιμητική ευλογία μία εικόνα του Αγ. Βασιλείου, προστάτου και εφόρου του ιερού Ναού σε όλους εκείνους που συνέβαλαν σπουδαίως και συγκινητικώς, κληρικούς και λαϊκούς, από της θεμελιώσεως έως της σήμερον, στην ολοκλήρωση των έργων αποπερατώσεως του ιερού Ναού.

Να σημειωθεί ότι το ιερό λείψα­νο του Αγίου Βασιλείου θα ευρίσκεται προς τιμη­τική προ­σκύ­νηση στον ομώνυμο ιερό ναό Κάτω Λευκώνος μέχρι το πρωΐ του Μεγάλου Σαββάτου 23 Απριλίου, όπου καθη­μερι­νώς θα τελού­νται, κατά το Τυπικό της Εκκλησίας μας, οι ιερές ακολουθίες, προς αγια­σμό και πνευματι­κή ενί­σχυση των πι­στών.

Ἐκ τῆς Ἱερᾶς Μητροπόλεως

Δελτίο τύπου – Πρόγραμμα τοῦ Σεβασμιωτάτου Μητροπολίτου μας (14-04-2022)

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ
ΣΕΡΡΩΝ ΚΑΙ ΝΙΓΡΙΤΗΣ

ΔΕΛΤΙΟ ΤΥΠΟΥ

14-04-2022

Ἀπό τήν Ἱερά Μητρόπολη Σερρῶν καί Νιγρίτης ἀνακοινώνονται τά ἑξῆς ἀναφορικά μέ τό πρόγραμμα τοῦ Σεβασμιωτάτου Μητροπολίτου μας:

Τό Σάββατο τοῦ Λαζάρου, 16 Ἀπριλίου, ὁ Σεβ. Ποιμενάρχης μας κ. Θεολόγος θά ἱερουργήσει στήν θ. Λειτουργία, πού θά τελε­σθεῖ στόν ἱερό Ναό Ζωοδόχου Πηγῆς Β’ Κοιμητηρίου Σερρῶν.

Ἀποσκοποῦσα, κατά ἱερό χρέος, ἡ τοπική μας Ἐκκλησία, στόν ἁγια­σμό, τήν πνευματική στερέωση καί ἐνίσχυση τῶν πιστῶν καί μάλιστα κατ’ αὐτούς τούς δυσκόλους χρόνους, μέ ἀφορμή ἀφενός μέν τά λειτουργικά θυρανοίξια τοῦ νέου ἱεροῦ Ναοῦ Ἁγ. Βασιλείου Κάτω Λευκῶνος, ἀφετέρου δέ τήν εἴσοδό μας στήν Ἁγία καί Μεγάλη Ἑβδομάδα τῶν Παθῶν καί τῆς Ἀναστάσεως τοῦ Κυρίου μας, μέ τιμή, σεβασμό ἀλλά καί πνευματική κατάνυξη, θά ὑποδεχθεῖ τό ἱερό Λείψα­νο τῆς χειρός τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Βασιλείου τοῦ Μεγάλου, τό ὁποῖο εὑρίσκεται ἀποτεθησαυρισμένο στήν Ἱερά Σύνοδο τῆς Ἐκ­κλησίας τῆς Ἑλλάδος, προερχόμενο ἐκ τῆς Ἱερᾶς Μητροπόλεως Νικομηδείας τῆς Μικρᾶς Ἀσίας, μεταφερθέν στήν Ἑλλάδα μετά τήν Μικρασιατική καταστροφή. Τά θυρανοίξια τοῦ παραπάνω νεόδμητου ἱεροῦ ναοῦ τῆς τοπικῆς μας Ἐκκλη­σίας ἐντάσσονται στό εὑρύτερο πλαίσιο τῶν ἱερῶν ἀκολουθιῶν καί ἐκδη­λώσεων ἱστορικῆς μνήμης μέ ἀφορμή τήν πικρή, ἀλλά καί ἰδιαιτέρως δι­δακτική, ἐφετεινή ἐπέτειο τῆς συμπληρώσεως 100 χρό­νων ἀπό τῆς Μικρα­σιατικῆς καταστροφῆς (1922).

Ἡ ἐπίσημος ὑποδοχή τοῦ ἱεροῦ λειψάνου τοῦ Μεγάλου Καππαδόκου Ἱεράρχου θά γίνει τό προσεχές Σάββατο τοῦ Λαζάρου, 16 Ἀπριλίου, στίς 6:00 τό ἀπόγευμα. Ἀκολούθως θά τελεσθοῦν ἡ ἀκολουθία τῶν θυρανοιξίων καί ὁ Ἀρχιερατικός Ἑσπερινός, στόν νεότευκτο ἱερό Ναό Ἁγ. Βασιλείου Κάτω Λευκῶνος. Τό ἱερό λείψα­νο θά εὑρίσκεται πρός τιμη­τική προ­σκύ­νηση στόν ὁμώνυμο ἱερό ναό Κάτω Λευκῶνος μέχρι τό πρωΐ τοῦ Μεγάλου Σαββάτου 23 Ἀπριλίου, ὅπου καθη­μερι­νῶς θά τελοῦ­νται, κατά τό Τυπικό τῆς Ἐκκλησίας μας, οἱ ἱερές ἀκολουθίες, πρός ἁγια­σμό καί πνευματι­κή ἐνί­σχυση τῶν πι­στῶν.

Τήν Κυριακή τῶν Βαΐων, 17 Ἀπριλίου, ἡμέρα κατά τήν ὁποία τιμᾶται ἡ θριαμβευτική καί λαμπρά Εἴσοδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ στά Ἱεροσόλυμα, ὁ Σεβ. θά ἱερουργήσει στήν θ. Λειτουργία, πού θά τελε­σθεῖ στόν ἱερό Ναό Ἁγ. Βασιλείου Κάτω Λευκῶνος.

Στίς 7:30 τό ἀπόγευμα τῆς ἴδιας ἡμέρας, ὁ Σεβ. θά χοροστα­τήσει στήν ἀκολουθία τοῦ Νυμφίου, πού θά τελεσθεῖ στόν ὡς εἴρηται ἱερό Ναό.

Τά δύο καί πλέον τελευταία χρόνια, ὁ Ἔρανος Ἀγάπης τῆς τοπικῆς μας Ἐκκλη­σίας, δέν πραγματοποι­ήθηκε ἀπό τά συνεργεῖα τῶν ἐνοριακῶν Φιλοπτώχων Ταμείων, λόγῳ τῆς σκληρᾶς ὑγειονομικῆς περιστάσεως καί τῶν περι­οριστικῶν μέτρων, πρός ἀντιμετώπισιν τῆς διασπορᾶς τοῦ νέου κορωνοϊοῦ Covid-19.

Ἐφέτος, μέ τήν βοήθεια τοῦ Θεοῦ, θά πραγματοποιη­θεῖ ὁ Ἔρανος Ἀγάπης, ἀπό τίς ἐνορίες τῆς Ἱερᾶς Μητροπόλεώς μας καί πάλιν, ἀπό τό ἀπόγευμα τῆς Μεγάλης Τετάρτης 20 ἕως καί τό βράδυ τοῦ Μεγάλου Σαββάτου 23 Ἀπριλίου.

Οἱ πιστοί, προσερχόμενοι στούς ἱερούς ναούς μας, γιά τήν συμμετοχή τους στίς ἱερές ἀκολουθίες τῶν ἁγίων αὐτῶν ἡμερῶν, θά μπο­ροῦν, ἐφόσον τό ἐπιθυμοῦν, νά προμη­θευθοῦν, ἀπό τά εἰδικά Συνεργεῖα, πού θά εὑρίσκονται στόν αὔ­λειο χῶρο τοῦ ἱεροῦ ναοῦ, τό εἰδικό κουπόνι τοῦ Ἐράνου Ἀγάπης.

Μέ αὐτό τόν τρόπο διενέργειας τοῦ ἐφετεινοῦ Ἐρά­νου Ἀγάπης, ἐπιλύονται διάφορα προβλήματα τεχνικῆς φύσεως, ἐξασφα­λί­ζονται καλλίτερα οἱ ὅροι ὑγειονομικῆς προστασίας καί κυρίως βοηθοῦμε ὡς χριστιανοί τόν συνάνθρωπό μας πού ὑποφέρει καί δυστυχεῖ.

Ἐκ τῆς Ἱερᾶς Μητροπόλεως